Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.42 Joseph. AJ 20.48 (English) >>Joseph. AJ 20.52

20.46ἀνάγνωθι.” ταῦτα ἀκούσας βασιλεὺς οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, μεταστὰς δʼ εἰς ἕτερον οἴκημα καὶ τὸν ἰατρὸν εἰσκαλεσάμενος τὸ προσταχθὲν ἐτέλει καὶ μεταπεμψάμενος τήν τε μητέρα καὶ τὸν διδάσκαλον Ἀνανίαν ἐσήμαινεν αὐτὸν πεπραχέναι τοὖργον. 20.47τοὺς δʼ ἔκπληξις εὐθὺς ἔλαβεν καὶ φόβος οὔτι μέτριος, μὴ τῆς πράξεως εἰς ἔλεγχον ἐλθούσης κινδυνεύσειεν μὲν βασιλεὺς τὴν ἀρχὴν ἀποβαλεῖν οὐκ ἀνασχομένων τῶν ὑπηκόων ἄρχειν αὐτῶν ἄνδρα τῶν παρʼ ἑτέροις ζηλωτὴν ἐθῶν, κινδυνεύσειαν δὲ καὶ αὐτοὶ τῆς αἰτίας ἐπʼ αὐτοῖς ἐνεχθείσης. 20.48θεὸς δʼ ἦν κωλύσων ἄρα τοὺς ἐκείνων φόβους ἐλθεῖν ἐπὶ τέλος· πολλοῖς γὰρ αὐτόν τε τὸν Ἰζάτην περιπεσόντα κινδύνοις καὶ παῖδας τοὺς ἐκείνου διέσωσεν ἐξ ἀμηχάνων πόρον εἰς σωτηρίαν παρασχών, ἐπιδεικνὺς ὅτι τοῖς εἰς αὐτὸν ἀποβλέπουσιν καὶ μόνῳ πεπιστευκόσιν καρπὸς οὐκ ἀπόλλυται τῆς εὐσεβείας. ἀλλὰ ταῦτα μὲν ὕστερον ἀπαγγελοῦμεν. 20.49

Ἑλένη δὲ τοῦ βασιλέως μήτηρ ὁρῶσα τὰ μὲν κατὰ τὴν βασιλείαν εἰρηνευόμενα, τὸν δὲ υἱὸν αὐτῆς μακάριον καὶ παρὰ πᾶσι ζηλωτὸν καὶ τοῖς ἀλλοεθνέσι διὰ τὴν ἐκ τοῦ θεοῦ πρόνοιαν, ἐπιθυμίαν ἔσχεν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ἀφικομένη τὸ πᾶσιν ἀνθρώποις περιβόητον ἱερὸν τοῦ θεοῦ προσκυνῆσαι καὶ χαριστηρίους θυσίας προσενεγκεῖν, ἐδεῖτό τε τοῦ παιδὸς ἐπιτρέψαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.42 Joseph. AJ 20.48 (English) >>Joseph. AJ 20.52

Powered by PhiloLogic